Add parallel Print Page Options

Ἡ ἀγάπη οὐδέποτε [a]πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. ἐκ μέρους [b]γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, [c]τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, [d]ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· [e]ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη· τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.

14 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ [f]ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων [g]δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ [h]διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.

[i]Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ [j]δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον [k]φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν [l]εἰσιν ἐν κόσμῳ, καὶ [m]οὐδὲν ἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.

13 [n]Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· 16 ἐπεὶ ἐὰν [o]εὐλογῇς [p]πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷ [q]θεῷ, πάντων ὑμῶν μᾶλλον [r]γλώσσαις [s]λαλῶ· 19 ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους [t]τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.

20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:8 πίπτει WH Treg NIV ] ἐκπίπτει RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:9 γὰρ WH Treg NIV ] δὲ RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:10 τὸ WH Treg NIV ] τότε τὸ RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:11 ἐλάλουν … ἐλογιζόμην ὡς νήπιος WH Treg NIV ] ὡς νήπιος ἐλάλουν … ἐλογιζόμην RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:11 ὅτε WH Treg NIV ] + δὲ RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:2 ἀλλὰ WH Treg NIV ] + τῷ RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:5 δὲ WH Treg NIV ] γὰρ RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:5 διερμηνεύῃ WH Treg NIV ] διερμηνεύει RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:6 Νῦν WH Treg NIV ] Νυνὶ RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:7 δῷ WH Treg NIV ] διδῶ RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:8 φωνὴν σάλπιγξ Treg RP ] σάλπιγξ φωνὴν WH NIV
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:10 εἰσιν WH Treg NIV ] ἐστὶν RP
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:10 οὐδὲν WH Treg NIV ] + αὐτῶν RP
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:13 Διὸ WH Treg NIV ] Διόπερ RP
  15. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:16 εὐλογῇς WH Treg NIV ] εὐλογήσῃς RP
  16. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:16 πνεύματι Treg] ἐν πνεύματι WH NIV; τῷ πνεύματι RP
  17. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:18 θεῷ WH Treg NIV ] + μου RP
  18. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:18 γλώσσαις WH NIV RP ] γλώσσῃ Treg
  19. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:18 λαλῶ WH Treg NIV ] λαλῶν RP
  20. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 14:19 τῷ νοΐ WH Treg NIV ] διὰ τοῦ νοός RP